Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.62 Joseph. AJ 6.66 (English) >>Joseph. AJ 6.68

6.63γνοὺς δὲ τοῦθʼ νεανίσκος φθάσας ἐκποδὼν αὑτὸν ἐποίει μὴ βουλόμενος οἶμαι δοκεῖν τὴν ἀρχὴν ἑκὼν λαμβάνειν, ἀλλὰ τοσαύτην ἐνεδείξατο ἐγκράτειαν καὶ σωφροσύνην, ὥστε τῶν πλείστων οὐδʼ ἐπὶ μικραῖς εὐπραγίαις τὴν χαρὰν κατασχεῖν δυναμένων, ἀλλʼ εἰς τὸ πᾶσι γενέσθαι φανεροὺς προπιπτόντων, δʼ οὐ μόνον οὐδὲν ἐνέφηνε τοιοῦτον ἐπὶ βασιλείᾳ καὶ τῷ τοσούτων καὶ τηλικούτων ἐθνῶν ἀποδεδεῖχθαι δεσπότης, ἀλλὰ καὶ τῆς ὄψεως αὑτὸν τῆς τῶν βασιλευθησομένων ἐξέκλεψεν καὶ ζητεῖν αὐτὸν καὶ περὶ τοῦτο πονεῖν παρεσκεύασεν. 6.64ὧν ἀμηχανούντων καὶ φροντιζόντων, ὅτι καὶ γένοιτο ἀφανὴς Σαοῦλος, προφήτης ἱκέτευε τὸν θεὸν δεῖξαι ποῦ ποτʼ εἴη καὶ παρασχεῖν εἰς ἐμφανὲς τὸν νεανίσκον. 6.65μαθὼν δὲ παρὰ τοῦ θεοῦ τὸν τόπον ἔνθα κρύπτεται Σαοῦλος πέμπει τοὺς ἄξοντας αὐτὸν καὶ παραγενόμενον ἵστησι μέσον τοῦ πλήθους. ἐξεῖχε δὲ ἁπάντων, καὶ τὸ ὕψος ἦν βασιλικώτατος. 6.66

Λέγει δὲ προφήτης· “τοῦτον ὑμῖν θεὸς ἔδωκε βασιλέα· ὁρᾶτε δὲ ὡς καὶ κρείττων ἐστὶ πάντων καὶ τῆς ἀρχῆς ἄξιος.” ὡς δʼ ἐπευφήμησε τῷ βασιλεῖ σωτηρίαν λαὸς, τὰ μέλλοντα συμβήσεσθαι καταγράψας αὐτοῖς προφήτης ἀνέγνω τοῦ βασιλέως ἀκροωμένου καὶ τὸ βιβλίον τίθησιν ἐν τῇ τοῦ θεοῦ σκηνῇ ταῖς μετέπειτα γενεαῖς μαρτύριον ὧν προείρηκε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.62 Joseph. AJ 6.66 (English) >>Joseph. AJ 6.68

Powered by PhiloLogic